Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.308 Joseph. AJ 17.313 (English) >>Joseph. AJ 17.317

17.311καὶ ταῦτʼ εἰκότως ἂν γενέσθαι τὸ ἀσμένως Ἀρχέλαον βασιλέα προσειπεῖν οἰήσει τοῦ πάντʼ ὅντινʼ οὖν τὸν ἐπὶ τὴν βασιλείαν ἐσόμενον Ἡρώδου μετριώτερον φαίνεσθαι, καὶ τόν τε πατέρα συνολοφύρεσθαι αὐτῷ θεραπεύοντας, εἴ γε μετρίου τυγχάνειν δυνηθεῖεν, καὶ τἆλλα οἰκειουμένους. 17.312τοῦ δὲ δείσαντος μὴ οὐχὶ Ἡρώδου γνήσιος πιστεύοιτο υἱός, οὐδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος ἐπάξειν ἂν τῷ ἔθνει τὴν διάνοιαν αὐτοῦ καὶ ταῦτα μηδέπω τέλεον κρατυνάμενον ἡγεμονίαν διὰ τὸ ἐπὶ Καίσαρι δοῦναι καὶ μὴ τὴν ἐξουσίαν εἶναι, 17.313καὶ παράδειγμα τὴν τῆς εἰς αὖθις ἀρετῆς τιθέναι τοῖς ἀρχθησομένοις μετριότητος καὶ εὐνομίας, χρήσαιτο ἂν πρὸς αὐτούς, ἀπὸ τῆς ἐν πρώτοις ἀποδειχθείσης πράξεως ἐπί τε τοῖς πολίταις καὶ τῷ θεῷ τρισχιλίων ὁμοφύλων ἀνδρῶν σφαγὴν ἐν τῷ τεμένει ποιησάμενον. πῶς οὐκ ἂν ἤδη καὶ δικαίῳ μίσει χρῆσθαι κατʼ αὐτῶν πρὸς τῇ λοιπῇ ὠμότητι καὶ ἔγκλημα τῆς ἀντιστάσεως καὶ ἀντιλογίας ἐπὶ τῇ ἀρχῇ προφερόμενον; 17.314ἦν δὲ κεφάλαιον αὐτοῖς τῆς ἀξιώσεως βασιλείας μὲν καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκη δὲ Συρίας γεγονότες ὑποτάσσεσθαι τοῖς ἐκεῖσε πεμπομένοις στρατηγοῖς· φανερωθήσεσθαι γὰρ οὕτως, εἴτε ἀληθῶς στασιώδεις εἶεν καὶ νεωτερισμοῖς τὰ πολλὰ προσησκημένοι εἴτε καὶ οὔ, μετριωτέρων τυχόντες οἳ ἐπιστήσονται αὐτοῖς.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.308 Joseph. AJ 17.313 (English) >>Joseph. AJ 17.317

Powered by PhiloLogic